Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.102 Joseph. AJ 16.107 (English) >>Joseph. AJ 16.113

16.105πάτερ, εἶπεν, μὲν σὴ πρὸς ἡμᾶς εὔνοια δήλη καὶ παρʼ αὐτὴν τὴν κρίσιν· οὐκ ἂν γάρ, εἴ τι δυσχερὲς ἐνενόεις ἐφʼ ἡμῖν, ἐπὶ τὸν πάντας σώζοντα προήγαγες· 16.106καὶ γὰρ παρούσης μὲν ἐξουσίας ὡς βασιλεῖ, παρούσης δὲ ὡς πατρὶ τοὺς ἀδικοῦντας ἐπεξιέναι, τὸ εἰς Ῥώμην ἄγειν καὶ τοῦτον ποιεῖσθαι μάρτυρα σώζοντος ἦν· οὐδεὶς γὰρ ἀποκτεῖναί τινα προαιρούμενος εἰς ἱερὰ καὶ ναοὺς ἄγει. 16.107τὸ δʼ ἡμέτερον ἤδη χεῖρον· οὐ γὰρ ἂν ὑπομείναιμεν ἔτι ζῆν, εἰ τοιοῦτον ἠδικηκέναι πατέρα πεπιστεύμεθα. καὶ μήποτε τοῦτʼ ἐκείνου χεῖρον ἀντὶ τοῦ τεθνάναι μηδὲν ἀδικοῦντας τὸ ζῆν ἀδικεῖν ὑποπτευομένους. 16.108εἰ μὲν οὖν εὕροι λόγον τῆς ἀληθείας παρρησία, μακάριον καὶ σὲ πεῖσαι καὶ τὸν κίνδυνον διαφυγεῖν, εἰ δʼ οὕτως διαβολὴ κρατεῖ, περιττὸς ἡμῖν νῦν ἥλιος, ὃν τί δεῖ βλέπειν μετὰ τῆς ὑποψίας; 16.109τὸ μὲν οὖν φάναι βασιλείας ἐπιθυμεῖν, εὔκαιρος εἰς νέους αἰτία, καὶ τὸ προστιθέναι τὴν τῆς ἀθλίας μητρός, ἱκανὸν ἐκ τῆς πρώτης τὴν νῦν ἀτυχίαν ἐξεργάζεσθαι. 16.110βλέψον δέ, εἰ μὴ κοινὰ ταῦτα καὶ πᾶσιν ὁμοίως λέγεσθαι δυνησόμενα· κωλύσει γὰρ οὐδέν, τῷ βασιλεύοντι παῖδες εἰ εἰσὶν νέοι καὶ μήτηρ αὐτῶν ἀποθανοῦσα, πάντας ὑπόπτους εἶναι τοῦ πατρὸς ἐπιβούλους δοκεῖν. ἀλλʼ οὐ τὸ ὕποπτον πρὸς τοιαύτην ἀσέβειαν ἀρκετόν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.102 Joseph. AJ 16.107 (English) >>Joseph. AJ 16.113

Powered by PhiloLogic